Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.199 Joseph. AJ 16.204 (English) >>Joseph. AJ 16.210

16.202διʼ ὧν αὐτὴ μὲν ἅπαντα τὰ κατʼ ἐκείνους ἐμάνθανεν, δύσνουν δὲ τὴν παῖδα τῷ νεανίσκῳ πεποιήκει. 16.203χαριζομένη δʼ ἐκείνη τῇ μητρὶ πολλάκις ἔλεγεν, ὡς μέμνηνται μὲν ἰδιάζοντες ἐκεῖνοι τῆς Μαριάμμης, ἐστυγήκασι δὲ τὸν πατέρα, συνεχὲς δὲ διαπειλοῦσιν, εἰ τύχοιεν αὐτοί ποτε τῆς ἀρχῆς, τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδῃ γεγενημένους κωμογραμματεῖς καταστήσειν· ἁρμόσειν γὰρ εἰς τοιαύτην χρείαν τὸ νῦν ἐπιμελὲς αὐτῶν καὶ πρὸς παιδείαν ἐσπουδασμένον. 16.204τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι. 16.205ταῦτʼ εὐθὺς ἀπηγγέλλετο διὰ τῆς Σαλώμης τῷ βασιλεῖ· κἀκεῖνος ἤκουεν μὲν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν, ἐκακοῦτο δὲ ταῖς ὑποψίαις καὶ χείρων ἀεὶ γινόμενος ἅπασιν κατὰ πάντων ἐπίστευεν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπιπλήξας τοῖς παισὶν ἀπολογησαμένων ῥᾴων εἰς τὸν καιρὸν ἐγίνετο, ταῖς δʼ ἑξῆς πολὺ χείρω προσέπεσεν. 16.206

γὰρ Φερώρας ἐλθὼν παρὰ τὸν Ἀλέξανδρον ἔχοντα τὴν Ἀρχελάου θυγατέρα Γλαφύραν, ὡς ἐδηλώσαμεν, Σαλώμης ἔφη λεγούσης ἀκηκοέναι τὸν Ἡρώδην ἡττῆσθαι τοῦ τῆς Γλαφύρας ἔρωτος καὶ δυσπαρηγόρητον αὐτῷ τὴν ἐπιθυμίαν εἶναι. 16.207τοῦτο οὖν ἐκεῖνος ἀκούσας ὑπό τε νεότητος καὶ ζηλοτυπίας ἐξεκαίετο καὶ τὰ κατὰ τιμὴν εἰς τὴν παῖδα γινόμενα παρʼ Ἡρώδου, πολλάκις δʼ ἦσαν αἱ τοιαῦται φιλοφρονήσεις, ἐπὶ τὸ χεῖρον ἐλάμβανεν ἐξ ὑπονοιῶν διὰ τὸν ἐκπεσόντα λόγον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.199 Joseph. AJ 16.204 (English) >>Joseph. AJ 16.210

Powered by PhiloLogic